[53] [cap.8] Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν.