[54] ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων. οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον; αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους. οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;