[52] τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες [M.525] οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι. οὐ γάρ ἐστιν, [15] ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.