[51] ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν. ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον; ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων; εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο;