[50] εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν ὀλιγωροῦμεν, τῆς ἀνωτάτω τιμωρίας δίκαιοι τυγχάνειν ἐσμὲν μὴ παρέχοντες ἀρτίους καὶ πλήρεις τὰς ἀμοιβάς. εἰ δ’ οὐκ ἐξὸν τοῖς ἰδίοις ὑποστέλλομεν νομίμοις, ἃ καὶ τῷ Σεβαστῷ φίλον βεβαιοῦν, τί μικρὸν ἢ μέγα πλημμελοῦμεν οὐκ οἶδα· πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ’ ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.“