Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 49

[49] „λελήθατε ἑαυτοὺς οὐ προστιθέντες τοῖς κυρίοις τιμήν, ἀλλ’ ἀφαιρούμενοι, οὐκ εἰδότες ὡς τοῖς πανταχόθι τῆς οἰκουμένης Ἰουδαίοις ὁρμητήρια τῆς εἰς τὸν Σεβαστὸν οἶκον ὁσιότητός εἰσιν αἱ προσευχαὶ ἐπιδήλως, ὧν ἡμῖν ἀναιρεθεισῶν τίς ἕτερος ἀπολείπεται τόπος ἢ τρόπος τιμῆς;