Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 17

[17] ὅταν δ’ ὁ ἄρχων ἀπογνῷ τὸ δύνασθαι κρατεῖν, ἀνάγκη τοὺς ὑπηκόους εὐθὺς ἀφηνιάζειν καὶ μάλιστα τοὺς ἐκ μικρῶν καὶ τῶν τυχόντων πεφυκότας ἀνερεθίζεσθαι· ἐν οἷς τὸ Αἰγυπτιακὸν τὰ πρωτεῖα φέρεται διὰ βραχυτάτου σπινθῆρος εἰωθὸς ἐκφυσᾶν στάσεις μεγάλας.