Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 16

[16] [cap.4] Ἐπεὶ δ’ οὖν καὶ τοῦτον ἔγνω προσανῃρημένον ὁ Φλάκκος, τὴν λοιπὴν ἐλπίδα κατὰ τὸ παντελὲς ἀπεγνώκει καὶ οὐκέθ’ ὁμοίως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων οἷός τε ἦν ἐξασθενῶν καὶ διαρρέων τὴν γνώμην.