Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 15

[15] καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει· „μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.“