Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 18

[18] ἐν ἀμηχάνοις δὲ καὶ ἀπόροις γεγονὼς ἐσφάδᾳζε καὶ τὰ πρὸ μικροῦ πάντα ἤλλαξεν ἅμα τῇ τοῦ λογισμοῦ [M.520] πρὸς τὸ χεῖρον μεταβολῇ ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν συνηθεστάτων· τοὺς μὲν γὰρ εὔνους καὶ μάλιστα φίλους ὑφωρᾶτο καὶ διωθεῖτο, τοῖς δ’ ἐξ ἀρχῆς ἀνομολογηθεῖσιν ἐχθροῖς ἐσπένδετο καὶ συμβούλοις περὶ πάντων ἐχρῆτο.