Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 154

[154] [cap.19] Περαιωσάμενος δὲ τὸν Ἰόνιον κόλπον ἔπλει τὴν ἄχρι Κορίνθου θάλατταν, ταῖς παράλοις τῶν ἐν Πελοποννήσῳ πόλεων θέα γινόμενος κατὰ πύστιν τῆς αἰφνιδίου μεταβολῆς· ὁπότε γὰρ ἀποβαίη τῆς νεώς, συνέθεον οἱ μὲν μοχθηροὶ τὰς φύσεις ἐθελοκακοῦντες, οἱ δ’ ἄλλοι συναλγήσοντες, οἷς ἔθος ταῖς ἑτέρων τύχαις σωφρονίζεσθαι.