Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 153

[153] ὁ δὲ δακτυλοδεικτούμενος καὶ ὀνειδιζόμενος τῆς ἀθρόας μεταβολῆς πιέζεται βαρυτέραις ἀνίαις, ἀεὶ καινουμένης καὶ ζωπυρουμένης αὐτῷ τῆς συμφορᾶς νεωτέρων ⟨κακῶν⟩ προσθήκαις, ἃ καθάπερ ἐν ταῖς νόσοις ὑποτροπιάζειν ἀναγκάζει καὶ τὰς τῶν ἀρχαίων κακοπραγιῶν ὑπομνήσεις, αἳ τέως ἔδοξαν ἠμαυρῶσθαι.