[155] διελθὼν δ’ ἀπὸ Λεχαίου τὸν Ἰσθμὸν εἰς τὴν ἀντιπέραν θάλατταν καὶ καταβὰς εἰς Κεγχρεάς, τὸ Κορίνθιον ἐπίνειον, ἀναγκάζεται πρὸς τῶν φυλάκων ἀναχώρησιν οὐδ’ ἡντιναοῦν ἐνδιδόντων εὐθὺς ἐπιβὰς βραχείας ὁλκάδος [M.540] ἀνάγεσθαι καὶ πνεύματος ἐναντίου καταρραγέντος μυρία ταλαιπωρηθεὶς μόλις ἄχρι τοῦ Πειραιῶς κατασύρεται.