Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 116

[116] [cap.14] Τοῦτο καινότατον ὑπέμεινε Φλάκκος ἐν χώρᾳ, ἧς ἀφηγεῖτο, πολεμίου τρόπον ζωγρηθεὶς ἕνεκά μοι δοκῶ τῶν Ἰουδαίων, οὓς ἄρδην ἀφανίσαι διεγνώκει λιμοδοξῶν. ἐναργὴς δὲ πίστις καὶ ὁ χρόνος τῆς συλλήψεως· ἑορτὴ μὲν γὰρ ἦν πάνδημος τοῖς Ἰουδαίοις κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ᾗ διάγειν Ἰουδαίοις ἔθος ἐν σκηναῖς.