[117] οὐδὲν δὲ τῶν ἐν ἑορτῇ συνόλως ἀπετελεῖτο, τῶν μὲν ἀρχόντων ἔτι καθειργμένων μετὰ τὰς ἀνηκέστους καὶ ἀφορήτους αἰκίας καὶ ὕβρεις, τῶν δὲ ἰδιωτῶν τάς τε ἐκείνων συμφορὰς ἅπαντος τοῦ ἔθνους κοινὰς νομιζόντων καὶ ἐπὶ ταῖς ἐξαιρέτοις, ἃς ἰδίᾳ ἕκαστος ὑπέμεινεν, οὐ μετρίως κατηφούντων.