[115] τῶν μὲν [M.534] οὖν συνδειπνούντων ἕκαστος ἀναστὰς ὑπὸ δέους ἐπεφρίκει καὶ ἐπεπήγει, μή τις ὥρισται καὶ τοῦ συνεστιαθῆναι δίκη· φεύγειν γὰρ οὔτ’ ἀσφαλὲς ἦν οὔτ’ ἄλλως ἐνεδέχετο, προκατεχομένων τῶν εἰσόδων. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν τοῦ Βάσσου κελεύσαντος ἀπάγεται, τελευταίαν ταύτην ἀνάλυσιν ἐκ συμποσίου ποιησάμενος· ἔδει γὰρ ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην κατὰ τοῦ μυρίους ἀνεστίους οἴκους οὐδὲν ἠδικηκότων ἀνθρώπων ἐργασαμένου.