Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 114

[114] εἰς μέσον δὲ τοῦ Βάσσου παρελθόντος, ἰδὼν εὐθὺς ὑπ’ ἐκπλήξεως ἀχανὴς γίνεται καὶ βουλόμενος ἀναστῆναι, τὴν ἐν κύκλῳ φρουρὰν θεασάμενος, ἔγνω καὶ πρὶν ἀκοῦσαι, τί βούλεται Γάιος ἐπ’ αὐτῷ καὶ τί προστέτακται τοῖς ἥκουσι καὶ τί παραυτίκα μελλήσει ὑπομένειν· δεινὸς γὰρ ὁ νοῦς τὰ κατὰ μέρος ἐν χρόνῳ μακρῷ γινόμενα πάνθ’ ἅμα ἰδεῖν καὶ πάντων ἀθρόων ἀκοῦσαι.