Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 98

[98] ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθ’ ὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος· ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι· ἀλλ’ ἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις.