Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 99

[99] τί δ’ ὅσα [M.392] περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλ’ ἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις [49] [50] δόγμασιν;