[97] [cap.2.11] Τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ’ ὃ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆρ’ οὐ χρηστὰ καὶ φιλάνθρωπα;