[60] εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“