[61] ἀλλ’ ἀποφανεῖται ὅτι „πάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς [28] [29] τὸ εὖ γε ἢ χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν ἢ τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δ’ οὐδὲν ἀρχῆς, ᾗ τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον ἢ κατ’ εἰρήνην ἐπιτέτραπται· ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος.