[59] καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς“ εἰπών „ὦ δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς — κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι — κατάλιπε τὴν ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.