Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 42

[42] ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους [20]