Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 43

[43] δὲ τοὺς λεχθέντας δυνηθέντες. [cap.1.8] οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.