Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 41

[41] τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων — ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες — ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.