Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 26

[26] νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.