[25] ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς [12] [13] οὐκ ὠφέλιμον ἀλλ’ ἐμπόδιον εἰς κατόρθωμα, ἀνεῖρξε τοὺς ἀτόλμους καὶ ἀναπίπτοντας δειλίᾳ, καθάπερ, οἶμαι, καὶ τοῖς τὰ σώματα νοσοῦσι στρατηγὸς οὐδεὶς ἀνάγκην ἐπιτίθησι πολεμεῖν, ὑποπαραιτουμένης ἀσθενείας.