[24] τὸ γὰρ ἑτέρου κακὸν εὖ πως ὁ πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.