Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 23

[23] ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.