[27] καὶ μὴν οὐδ’ ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ ἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς ἡ δύναμις.