[210] καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας.