[209] τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ ἔλεον χαρίζονται τὴν ὑπήκοον [119] [120] τάξιν, ἵνα δουλεύῃ τῷ ἀδελφῷ, νομίζοντες, ὅπερ ἐστίν, ἀγαθὸν εἶναι τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον.