Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 211

[211] [cap.4.5] Οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δ’ ἐν τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δ’ εἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ ἀνάπλεως εὐφημίας ὁ βίος.