Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 185

[185] παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. ὁ δ’ ἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.