Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Περὶ εὐγενείας

[186] καὶ πέφυκεν οὕτως ἔχειν· ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταις — διαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω —, τὸν αὐτὸν τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.

Περὶ εὐγενείας