[184] ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ [106] [107] γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ [M.407] συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut. 26,17.18).