Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 154

[154] εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον δι’ ἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλ’ ἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δ’ ἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν ὁ καρπὸς ἢ τροφή ἐστιν ἢ ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας ἢ καίοντας ἢ ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ ἡ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;