[155] Ἐμέλησε δ’ αὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύν τε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ [89] [90] μάλιστα τοῖς ἡμέροις, ἐπειδὴ καὶ πλείονος ἄξια φροντίδος ἐστὶ καὶ οὐχ ὁμοίως τοῖς ἀγρίοις εὔτονα, γεωργικῆς ἐπιστήμης δεόμενα πρὸς κραταιοτέραν δύναμιν.