Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 153

[153] τὸ λόγιον τοῦτο χρὴ φυλάττειν καὶ τὰς πόλεις, ἐν μὲν εἰρήνῃ προνοουμένας τῶν κατὰ πόλεμον, ἐν δὲ πολέμῳ τῶν κατ’ εἰρήνην, καὶ μήτε τοῖς συμμάχοις ἀνέδην προπιστεύειν ὡς οὐ χρησομένοις μεταβολῇ πρὸς τὸ ἀντίπαλον μήτε τοῖς πολεμίοις εἰς ἅπαν ἀπιστεῖν ὡς οὐ δυνησομένοις ποτὲ μεθορμίσασθαι πρὸς τὸ ἔνσπονδον.