[140] ἀλλ’ οὗτοι μὲν ἐπ’ ἀνθρώπων [M.399] ταῦτα ἔγνωσαν· ὁ δὲ καὶ προσυπερβάλλων ἔτι ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵν’ ἐν τοῖς ἀνομοιογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ χρώμεθα φιλανθρωπίας ⟨ἐν τοῖς ὁμογενέσι⟩, τοῦ μὲν λυπεῖν καὶ ἀντιλυπεῖν ἀλλήλους ἀπεχόμενοι, τὰ δ’ οἰκεῖα ἀγαθὰ μὴ θησαυροφυλακοῦντες, ἀλλ’ εἰς μέσον προφέροντες καθάπερ συγγενέσι καὶ ἐκ φύσεως ἀδελφοῖς τοῖς πανταχοῦ πᾶσιν.