[139] ἐνθένδε μοι δοκοῦσιν ὁρμηθέντες ἔνιοι τῶν νομοθετῶν τὸν ἐπὶ ταῖς κατακρίτοις γυναιξὶν εἰσηγήσασθαι νόμον, ὃς κελεύει τὰς ἐγκύους, ἐὰν ἄξια θανάτου δράσωσιν, φυλάττεσθαι μέχρις ἂν ἀποτέκωσιν, ἵνα μὴ [78] [79] ἀναιρουμένων συναπόληται τὰ κατὰ γαστρός.