Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 138

[138] εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθ’ αὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν.