[137] ἀλλ’ ὅ γε νόμος ἔξω [76] [77] τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν ἃ μηδ’ εἰς φῶς πω προῆλθεν, ἀλλ’ ὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν.