[141] ἔτι τοίνυν τὸ μὲν ἔθνος ἐπὶ μισανθρωπίᾳ διαβαλλέτωσαν, τοὺς δὲ νόμους ὡς ἄμικτα καὶ ἀκοινώνητα παραγγέλλοντας αἰτιάσθωσαν οἱ δεινοὶ συκοφάνται, φανερῶς οὕτως τῶν μὲν νόμων ἐλέου μεταδιδόντων καὶ ταῖς τῶν θρεμμάτων ἀγέλαις, τοῦ δὲ ἔθνους ταῖς ἐκ πρώτης ἡλικίας νομίμοις ὑφηγήσεσιν ὅσον ἐν ταῖς ψυχαῖς ἀπειθὲς μεθαρμοζομένου πρὸς τὸ τιθασόν.