Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 125

[125] [cap.2.17] Ταῦτα μὲν οὖν περὶ οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν καὶ δούλων καὶ ἐλευθέρων καὶ συνόλως ἀνθρώπων νομοθετεῖ. τὸ δὲ ἐπιεικὲς καὶ ἥμερον καὶ ἐπὶ τὴν τῶν ἀλόγων ζῴων φύσιν ἄγει μεταδιδοὺς καὶ τούτοις, ὥσπερ ἀπὸ πηγῆς εὐμενοῦς ἀρύσασθαί τινος χρηστοῦ.