[124] κἂν ἐκ τριγονίας μέν, [M.396] φησί, δοῦλος ἑτέρου φόβῳ δεσποτικῶν ἀπειλῶν ἢ συνειδήσει τινῶν ἁμαρτημάτων ἢ μηδὲν ἠδικηκώς, ἀμειλίκτῳ καὶ ὠμοθύμῳ χρώμενος ἄλλως δεσπότῃ, πρὸς ⟨σὲ⟩ καταφύγῃ τευξόμενος ἐπικουρίας, μὴ περιίδῃς· ἐκδιδόναι γὰρ ἱκέτας οὐχ ὅσιον, ἱκέτης δὲ καὶ ὁ δοῦλος ὥσπερ εἰς ἱερὸν τὴν σὴν ἑστίαν καταπεφευγώς, ἐν ᾗ δίκαιόν ἐστιν ἀσυλίας τυγχάνειν, μάλιστα μὲν εἰς ἀδόλους ἐλθὼν καταλλαγὰς τὰς χωρὶς ἐνέδρας, [66] [67] εἰ δὲ μή, τὸ γοῦν πανύστατον πραθείς· ἀλλαγαὶ γὰρ αἱ τῶν δεσποτῶν ἄδηλον ὅπου τὴν ῥοπὴν ἕξουσι, τοῦ δ’ ὁμολογουμένου κουφότερον τὸ ἄδηλον κακόν.