Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 126

[126] κελεύει γὰρ ἐν ταῖς ἡμέροις ἀγέλαις, κατά τε ποίμνας καὶ αἰπόλια καὶ βουκόλια, τῆς παραχρῆμα τῶν γεννωμένων ἀπολαύσεως ἀπέχεσθαι, μήτε πρὸς ἐδωδὴν μήτε ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας. ὠμῆς γὰρ ὑπέλαβεν εἶναι ψυχῆς, ἐφεδρεύειν ἀποκυϊσκομένοις εἰς ἀνυπέρθετον διάζευξιν ἐγγόνων τε αὖ καὶ μητέρων ἕνεκα γαστρὸς ἡδονῆς, μᾶλλον δὲ ἀηδίας ἐκτόπου τινὸς [ψυχῆς] καὶ παρηλλαγμένης.