Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 117

[117] κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος [M.395] ἴδῃς ὑποζύγιον, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα βαρυτέροις ἤθεσιν ἀπαγαγὼν ἀπόδος. οὐ γὰρ ἐκεῖνον μᾶλλον ὀνήσεις ἢ σεαυτόν, ἐπειδὴ τῷ μὲν ἄλογον ζῷον καὶ οὐδενὸς ἴσως ἄξιον περιγίνεται, [61] [62] [63] σοὶ δὲ τὸ μέγιστον καὶ τιμιώτατον τῶν ἐν τῇ φύσει, καλοκἀγαθία.