Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 116

[116] [cap.2.15] Ἕτερα δ’ ἐφ’ ἑτέροις ἐπαντλῶν ὠσὶ φιληκόοις εἰς ἡμερότητα προστάττει, κἂν ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα τῷ βάρει πιεσθέντα προπέσῃ, μὴ παρελθεῖν, ἀλλὰ συνεπικουφίσαι καὶ συνεγεῖραι, πόρρωθεν ἀναδιδάσκων τὸ μὴ τοῖς ἀβουλήτοις τῶν ἐχθρανάντων ἐφήδεσθαι, βαρύμηνι πάθος ἐπιχαιρεκακίαν εἰδώς, ἀδελφὸν ὁμοῦ καὶ ἀντίπαλον φθόνου, συγγενὲς μὲν ὅτι ἐκ πάθους ἑκάτερον καὶ γένοιτ’ ἂν ἄμφω περὶ τῶν αὐτῶν προσερχόμενα καὶ μόνον οὐ κατακολουθοῦντα ἀλλήλοις, ἀντίπαλον δὲ ὅτι ὁ μὲν ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λύπην, ἡ δὲ ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν ἀπεργάζεται.